Slide background

1411

Κύριε ὁ Θεός ἡμῶν, ὁ Παντοδύναμος καί Πολυέλεος, ὁ τῶν οἰκτιρμῶν Πατήρ καί ἡ τῆς φιλανθρωπίας Πηγή, Σοῦ δεόμεθα καί Σέ ἱκετεύομεν ἡμεῖς οἱ ἀνάξιοι καί ἁμαρτωλοί δοῦλοι Σου. Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ καί νικησάτω Σου τό ἀνεξερεύνητον ἔλεος ἐπί πάσας τάς ἀνομίας τῶν ἀνθρώπων καί κατάπαυσον τόν πόλεμον ἐν τῇ Μέσῃ Ἀνατολῇ. Ἐπίβλεψον ἐξ οὐρανοῦ Κύριε καί ἴδε τόν πόνον, τήν θλῖψιν, τόν ὁλοφυρμόν τῶν παίδων, τήν ὀδύνην καί φρίκην ἐκ τῶν πολεμικῶν συρράξεων καί Σύ ὡς εὐδιάλλακτος Κύριος, ἀπομάκρυνον τάς μηχανάς τοῦ θανάτου καί παράσχου εἰρηνικόν καί ἀτάραχον τόν βίον πάντων τῶν πλασμάτων Σου.

Σὺ γὰρ εἶ ὁ Ἄρχων τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

© Copyright 2023 Ιερά Μητρόπολις Μάνης Back To Top